Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.27 Dem. 55.29 (English) >>Dem. 55.32

55.28εἶτα τούτων ἀναισχυντότεροι γένοιντʼ ἂν ἄνθρωποι περιφανέστερον συκοφαντοῦντες, οἵτινες αὐτοὶ τὴν αἱμασιὰν προαγαγόντες καὶ τὴν ὁδὸν ἀνακεχωκότες ἑτέροις βλάβης δικάζονται, καὶ ταῦτα χιλίων δραχμῶν ἀτίμητον, οἵ γʼ οὐδὲ πεντήκοντα δραχμῶν τὸ παράπαν ἅπαντʼ ἀπολωλέκασιν; καίτοι σκοπεῖτʼ, ἄνδρες δικασταί, πόσους ὑπὸ τῶν ὑδάτων ἐν τοῖς ἀγροῖς βεβλάφθαι συμβέβηκεν, τὰ μὲν Ἐλευσῖνι, τὰ δʼ ἐν τοῖς ἄλλοις τόποις. ἀλλʼ οὐ δήπου τούτων, γῆ καὶ θεοί, παρὰ τῶν γειτόνων ἕκαστος ἀξιώσει τὰς βλάβας κομίζεσθαι. 55.29καὶ ἐγὼ μέν, ὃν προσῆκεν ἀγανακτεῖν τῆς ὁδοῦ στενοτέρας καὶ μετεωροτέρας γεγενημένης, ἡσυχίαν ἔχω· τούτοις δὲ τοσοῦτον περίεστιν ὡς ἔοικεν, ὥστε τοὺς ἠδικημένους πρὸς συκοφαντοῦσιν. καίτοι, Καλλίκλεις, εἰ καὶ ὑμῖν περιοικοδομεῖν ἔξεστιν τὸ ὑμέτερον αὐτῶν χωρίον, καὶ ἡμῖν δήπου τὸ ἡμέτερον ἐξῆν. εἰ δʼ πατὴρ ἐμὸς ἠδίκει περιοικοδομῶν ὑμᾶς, καὶ νῦν ὑμεῖς ἔμʼ ἀδικεῖτε περιοικοδομοῦντες οὕτως· 55.30δῆλον γὰρ ὅτι μεγάλοις λίθοις ἀποικοδομηθέντος πάλιν τὸ ὕδωρ εἰς τὸ ἐμὸν ἥξει χωρίον, εἶθʼ ὅταν τύχῃ καταβαλεῖ τὴν αἱμασιὰν ἀπροσδοκήτως. ἀλλʼ οὐδὲν μᾶλλον ἐγκαλῶ τούτοις ἐγὼ διὰ τοῦτο, ἀλλὰ στέργω τὴν τύχην καὶ τἀμαυτοῦ φυλάττειν πειράσομαι. καὶ γὰρ τοῦτον φράττοντα μὲν τὰ ἑαυτοῦ σωφρονεῖν ἡγοῦμαι, δικαζόμενον δέ μοι πονηρότατόν τʼ εἶναι καὶ διεφθαρμένον ὑπὸ νόσου νομίζω.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 55.27 Dem. 55.29 (English) >>Dem. 55.32

Powered by PhiloLogic